TIMETABLE OF CHURCH SERVICES

banner3_a

RECENT VISUALIZATIONS

TV

TELEVISION BROADCASTS

PICTURES

Ὁ Σεβασμιώτατος Ἀρχιεπίσκοπος Ἰορδάνου κ. Θεοφύλακτος

null
(κατὰ κόσμον Θεοδόσιος Γεωργιάδης)

Ἐγεννήθη ἐν Χαραυγῇ Κοζάνης τῷ 1951, τὴν δὲ ἐκκλησιαστικὴν παιδείαν ἔλαβεν ἐν τῇ Ἐκκλησιαστικῇ Σχολῇ τῆς Ξάνθης.
Εἰς Ἱεροσόλυμα ἀφίκετο τὸν Ἰούλιον τοῦ 1972 καὶ προσελήφθη ὡς Γραματεὺς ἐν τοῖς Πατριαρχικοῖς Γραφείοις. Καρεὶς Μοναχὸς τῇ 16/02/1973, μετωνομάσθη εἰς Θεοφύλακτον, μετὰ δὲ τρεῖς ἡμέρας ἐχειροτονήθη Διάκονος. Μετὰ τρία ἔτη ὑπηρεσίας αὐτοῦ ὡς Βοηθοῦ Παιδονόμου ἐν τῇ Πατριαρχικῇ Σχολῇ, διωρίσθη τῷ ἔτει 1976 Γραμματεὺς τῆς Κτηματικῆς Ἐπιτροπῆς.
Χειροτονηθεὶς Πρεσβύτερος τὸν Σεπτέμβριον τοῦ ἔτους 1977, ἀνέλαβε τὴν Ἡγουμενίαν τῆς Ἱ.Μ. τοῦ Ἁγίου Νικολάου. Τῷ 1979 διωρίσθη Ἡγούμενος τῆς Ἱ.Μ. Ἁγίου Συμεὼν ἐν Κατὰ Μόνας, ἔνθεν ἀνεχώρησεν διά σπουδάς εἰς τὴν ἐν Πετρουπόλει Θεολογικὴν Ἀκαδημίαν. Τῷ 1981, προήχθη εἰς Ἀρχιμανδρίτην.
Μετὰ τὸ πέρας τῶν σπουδῶν αὐτοῦ, ἀνέλαβεν ὑπηρεσίαν ἐν τῇ Ἁγίᾳ Βηθλεέμ (1984), θέσιν Γραμματέως τῆς Οἰκονομικῆς Ἐπιτροπῆς (1985) καὶ Ἡγουμένου τῆς Ἱ.Μ. τοῦ Τιμίου Σταυροῦ (1986). Τῷ 1989 διωρίσθη Πατριαρχικὸς Ἐπίτροπος ἐν Μόσχα.
Ἐπανακάμψας εἰς Ἱεροσόλυμα τῷ 2001, διωρίσθη Μέλος τῆς Ἁγίας καὶ Ἱερᾶς Συνόδου καὶ Γέρων Σκευοφύλαξ. Τῷ 2003, τῆς θέσεως τοῦ Σκευοφύλακος καί τοῦ Συνοδικοῦ μέλους παραιτηθείς, διωρίσθη Ἡγούμενος τῆς Ἱ. Μ. Ἁγίων Θεοδώρων καί ἐφημέριος τοῦ Πατριαρχικοῦ Ναοῦ τῶν Ἁγίων Κωνσταντίνου καὶ Ἑλένης.
Τῇ 18ῃ/11/2005 ἐξελέγη Ἀρχιεπίσκοπος Ἰορδάνου καὶ διωρίσθη Πατριαρχικὸς Ἐπίτροπος ἐν Βηθλεέμ. Ἡ χειροτονία αὐτοῦ ἐτελέσθη τῇ 4ῃ/12/2005 ἐν τῷ Πανιέρῳ Ναῷ τῆς Ἀναστάσεως. Τῷ 2012 διωρίσθη Μέλος τῆς Ἁγίας καί Ἱερᾶς Συνόδου.